Αγία Γραφή

Γένεση 1
Anatolic Bible Βάμβας
1 Ἐν ἀρχῇ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν. 1 Ἐν ἀρχῇ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν.
2 ἡ δὲ γῆ ἦν ἀόρατος καὶ ἀκατασκεύαστος, καὶ σκότος ἐπάνω τῆς ἀβύσσου, καὶ πνεῦμα Θεοῦ ἐπεφέρετο ἐπάνω τοῦ ὕδατος. 2 Ἡ δὲ γῆ ἦτο ἄμορφος καὶ ἔρημος· καὶ σκότος ἐπὶ τοῦ προσώπου τῆς ἀβύσσου. Καὶ πνεῦμα Θεοῦ ἐφέρετο ἐπὶ τῆς ἐπιφανείας τῶν ὑδάτων.
3 καὶ εἶπεν ὁ Θεός· γενηθήτω φῶς· καὶ ἐγένετο φῶς. 3 Καὶ εἶπεν ὁ Θεός, Γενηθήτω φῶς· καὶ ἔγεινε φῶς·
4 καὶ εἶδεν ὁ Θεὸς τὸ φῶς, ὅτι καλόν· καὶ διεχώρισεν ὁ Θεὸς τὸ φῶς, ὅτι καλόν· καὶ διεχώρισεν ὁ Θεὸς ἀνὰ μέσον τοῦ φωτὸς καὶ ἀνὰ μέσον τοῦ σκότους. 4 καὶ εἶδεν ὁ Θεὸς τὸ φῶς ὅτι ἦτο καλόν· καὶ διεχώρισεν ὁ Θεὸς τὸ φῶς ἀπὸ τοῦ σκότους·
5 καὶ ἐκάλεσεν ὁ Θεὸς τὸ φῶς ἡμέραν καὶ τὸ σκότος ἐκάλεσε νύκτα. καὶ ἐγένετο ἑσπέρα καὶ ἐγένετο πρωΐ, ἡμέρα μία. 5 καὶ ἐκάλεσεν ὁ Θεὸς τὸ φῶς, Ἡμέραν· τὸ δὲ σκότος ἐκάλεσε, Νύκτα. Καὶ ἔγεινεν ἑσπέρα καὶ ἔγεινε πρωΐ, ἡμέρα πρώτη.
6 Καὶ εἶπεν ὁ Θεός· γενηθήτω στερέωμα ἐν μέσῳ τοῦ ὕδατος καὶ ἔστω διαχωρίζον ἀνὰ μέσον ὕδατος καὶ ὕδατος. καὶ ἐγένετο οὕτως. 6 Καὶ εἶπεν ὁ Θεός, Γενηθήτω στερέωμα ἀναμέσον τῶν ὑδάτων, καὶ ἄς διαχωρίζῃ ὕδατα ἀπὸ ὑδάτων.
7 καὶ ἐποίησεν ὁ Θεὸς τὸ στερέωμα, καὶ διεχώρισεν ὁ Θεὸς ἀνὰ μέσον τοῦ ὕδατος, ὃ ἦν ὑποκάτω τοῦ στερεώματος, καὶ ἀναμέσον τοῦ ὕδατος τοῦ ἐπάνω τοῦ στερεώματος. 7 Καὶ ἐποίησεν ὁ Θεὸς τὸ στερέωμα, καὶ διεχώρισε τὰ ὕδατα τὰ ὑποκάτωθεν τοῦ στερεώματος ἀπὸ τῶν ὑδάτων τῶν ἐπάνωθεν τοῦ στερεώματος. Καὶ ἔγεινεν οὕτω.
8 καὶ ἐκάλεσεν ὁ Θεὸς τὸ στερέωμα οὐρανόν. καὶ εἶδεν ὁ Θεός, ὅτι καλόν, καὶ ἐγένετο ἑσπέρα καὶ ἐγένετο πρωΐ, ἡμέρα δευτέρα. 8 Καὶ ἐκάλεσεν ὁ Θεὸς τὸ στερέωμα, Οὐρανόν. Καὶ ἔγεινεν ἑσπέρα καὶ ἔγεινε πρωΐ, ἡμέρα δευτέρα.
9 Καὶ εἶπεν ὁ Θεός· συναχθήτω τὸ ὕδωρ τὸ ὑποκάτω τοῦ οὐρανοῦ εἰς συναγωγὴν μίαν, καὶ ὀφθήτω ἡ ξηρά. καὶ ἐγένετο οὕτως. καὶ συνήχθη τὸ ὕδωρ τὸ ὑποκάτω τοῦ οὐρανοῦ εἰς τὰς συναγωγὰς αὐτῶν, καὶ ὤφθη ἡ ξηρά. 9 Καὶ εἶπεν ὁ Θεός, Ἄς συναχθῶσι τὰ ὕδατα τὰ ὑποκάτω τοῦ οὐρανοῦ εἰς τόπον ἕνα, καὶ ἄς φανῇ ἡ ξηρά. Καὶ ἔγεινεν οὕτω.
10 καὶ ἐκάλεσεν ὁ Θεὸς τὴν ξηρὰν γῆν καὶ τὰ συστήματα τῶν ὑδάτων ἐκάλεσε θαλάσσας. καὶ εἶδεν ὁ Θεός, ὅτι καλόν. 10 Καὶ ἐκάλεσεν ὁ Θεὸς τὴν ξηράν, γῆν· καὶ τὸ σύναγμα τῶν ὑδάτων ἐκάλεσε, Θαλάσσας· καὶ εἶδεν ὁ Θεὸς ὅτι ἦτο καλόν.
11 καὶ εἶπεν ὁ Θεός· βλαστησάτω ἡ γῆ βοτάνην χόρτου σπεῖρον σπέρμα κατὰ γένος καὶ καθ᾿ ὁμοιότητα, καὶ ξύλον κάρπιμον ποιοῦν καρπόν, οὗ τὸ σπέρμα αὐτοῦ ἐν αὐτῷ κατὰ γένος ἐπὶ τῆς γῆς. καὶ ἐγένετο οὕτως. 11 Καὶ εἶπεν ὁ Θεός, Ἄς βλαστήσῃ ἡ γῆ χλωρὸν χόρτον, χόρτον κάμνοντα σπόρον, καὶ δένδρον κάρπιμον κάμνον καρπὸν κατὰ τὸ εἶδος αὑτοῦ, τοῦ ὁποίου τὸ σπέρμα νὰ ἦναι ἐν αὐτῷ ἐπὶ τῆς γῆς. Καὶ ἔγεινεν οὕτω.
12 καὶ ἐξήνεγκεν ἡ γῆ βοτάνην χόρτου σπεῖρον σπέρμα κατὰ γένος καὶ καθ᾿ ὁμοιότητα, καὶ ξύλον κάρπιμον ποιοῦν καρπόν, οὗ τὸ σπέρμα αὐτοῦ ἐν αὐτῷ κατὰ γένος ἐπὶ τῆς γῆς. 12 Καὶ ἐβλάστησεν ἡ γῆ χλωρὸν χόρτον, χόρτον κάμνοντα σπόρον κατὰ τὸ εἶδος αὑτοῦ, καὶ δένδρον κάμνον καρπόν, τοῦ ὁποίου τὸ σπέρμα εἶναι ἐν αὐτῷ κατὰ τὸ εἶδος αὑτοῦ· καὶ εἶδεν ὁ Θεὸς ὅτι ἦτο καλόν.
13 καὶ εἶδεν ὁ Θεός, ὅτι καλόν. καὶ ἐγένετο ἑσπέρα καὶ ἐγένετο πρωΐ, ἡμέρα τρίτη. 13 Καὶ ἔγεινεν ἑσπέρα καὶ ἔγεινε πρωΐ, ἡμέρα τρίτη.
14 Καὶ εἶπεν ὁ Θεός· γενηθήτωσαν φωστῆρες ἐν τῷ στερεώματι τοῦ οὐρανοῦ εἰς φαῦσιν ἐπὶ τῆς γῆς, τοῦ διαχωρίζειν ἀνὰ μέσον τῆς ἡμέρας καὶ ἀνὰ μέσον τῆς νυκτός· καὶ ἔστωσαν εἰς σημεῖα καὶ εἰς καιροὺς καὶ εἰς ἡμέρας καὶ εἰς ἐνιαυτούς· 14 Καὶ εἶπεν ὁ Θεός, Ἄς γείνωσι φωστῆρες ἐν τῷ στερεώματι τοῦ οὐρανοῦ, διὰ νὰ διαχωρίζωσι τὴν ἡμέραν ἀπὸ τῆς νυκτός· καὶ ἄς ἦναι διὰ σημεῖα καὶ καιροὺς καὶ ἡμέρας καὶ ἐνιαυτούς·
15 καὶ ἔστωσαν εἰς φαῦσιν ἐν τῷ στερεώματι τοῦ οὐρανοῦ, ὥστε φαίνειν ἐπὶ τῆς γῆς. καὶ ἐγένετο οὕτως. 15 καὶ ἄς ἦναι διὰ φωστῆρας ἐν τῷ στερεώματι τοῦ οὐρανοῦ, διὰ νὰ φέγγωσιν ἐπὶ τῆς γῆς. Καὶ ἔγεινεν οὕτω.
16 καὶ ἐποίησεν ὁ Θεὸς τοὺς δύο φωστῆρας τοὺς μεγάλους, τὸν φωστῆρα τὸν μέγαν εἰς ἀρχὰς τῆς ἡμέρας καὶ τὸν φωστῆρα τὸν ἐλάσσω εἰς ἀρχὰς τῆς νυκτός, καὶ τοὺς ἀστέρας. 16 Καὶ ἔκαμεν ὁ Θεὸς τοὺς δύο φωστῆρας τοὺς μεγάλους, τὸν φωστῆρα τὸν μέγαν διὰ νὰ ἐξουσιάζῃ ἐπὶ τῆς ἡμέρας, καὶ τὸν φωστῆρα τὸν μικρὸν διὰ νὰ ἐξουσιάζῃ ἐπὶ τῆς νυκτός· καὶ τοὺς ἀστέρας·
17 καὶ ἔθετο αὐτοὺς ὁ Θεὸς ἐν τῷ στερεώματι τοῦ οὐρανοῦ, ὥστε φαίνειν ἐπὶ τῆς γῆς 17 καὶ ἔθεσεν αὐτοὺς ὁ Θεὸς ἐν τῷ στερεώματι τοῦ οὐρανοῦ, διὰ νὰ φέγγωσιν ἐπὶ τῆς γῆς,
18 καὶ ἄρχειν τῆς ἡμέρας καὶ τῆς νυκτὸς καὶ διαχωρίζειν ἀνὰ μέσον τοῦ φωτὸς καὶ ἀνὰ μέσον τοῦ σκότους. καὶ εἶδεν ὁ Θεός, ὅτι καλόν. 18 καὶ νὰ ἐξουσιάζωσιν ἐπὶ τῆς ἡμέρας καὶ ἐπὶ τῆς νυκτὸς καὶ νὰ διαχωρίζωσι τὸ φῶς ἀπὸ τοῦ σκότους. Καὶ εἶδεν ὁ Θεὸς ὅτι ἦτο καλόν.
19 καὶ ἐγένετο ἑσπέρα καὶ ἐγένετο πρωΐ, ἡμέρα τετάρτη. 19 Καὶ ἔγεινεν ἑσπέρα καὶ ἔγεινε πρωΐ, ἡμέρα τετάρτη.
20 Καὶ εἶπεν ὁ Θεός· ἐξαγαγέτω τὰ ὕδατα ἑρπετὰ ψυχῶν ζωσῶν καὶ πετεινὰ πετόμενα ἐπὶ τῆς γῆς κατὰ τὸ στερέωμα τοῦ οὐρανοῦ. καὶ ἐγένετο οὕτως. 20 Καὶ εἶπεν ὁ Θεός, Ἄς γεννήσωσι τὰ ὕδατα ἐν ἀφθονίᾳ νηκτὰ ἔμψυχα καὶ πετεινὰ ἄς πέτωνται ἐπάνωθεν τῆς γῆς κατὰ τὸ στερέωμα τοῦ οὐρανοῦ.
21 καὶ ἐποίησεν ὁ Θεὸς τὰ κήτη τὰ μεγάλα καὶ πᾶσαν ψυχὴν ζῴων ἑρπετῶν, ἃ ἐξήγαγε τὰ ὕδατα κατὰ γένη αὐτῶν, καὶ πᾶν πετεινὸν πτερωτὸν κατὰ γένος. καὶ εἶδεν ὁ Θεός, ὅτι καλά. 21 Καὶ ἐποίησεν ὁ Θεὸς τὰ κήτη τὰ μεγάλα καὶ πᾶν ἔμψυχον κινούμενον, τὰ ὁποῖα ἐγέννησαν ἐν ἀφθονίᾳ τὰ ὕδατα κατὰ τὸ εἶδος αὐτῶν, καὶ πᾶν πετεινὸν πτερωτὸν κατὰ τὸ εἶδος αὐτοῦ. Καὶ εἶδεν ὁ Θεὸς ὅτι ἦτο καλόν.
22 καὶ εὐλόγησεν αὐτὰ ὁ Θεός, λέγων· αὐξάνεσθε καὶ πληθύνεσθε καὶ πληρώσατε τὰ ὕδατα ἐν ταῖς θαλάσσαις, καὶ τὰ πετεινὰ πληθυνέσθωσαν ἐπὶ τῆς γῆς. 22 Καὶ εὐλόγησεν αὐτὰ ὁ Θεός, λέγων, Αὐξάνεσθε καὶ πληθύνεσθε καὶ γεμίσατε τὰ ὕδατα ἐν ταῖς θαλάσσαις· καὶ τὰ πετεινὰ ἄς πληθύνωνται ἐπὶ τῆς γῆς.
23 καὶ ἐγένετο ἑσπέρα καὶ ἐγένετο πρωΐ, ἡμέρα πέμπτη. 23 Καὶ ἔγεινεν ἑσπέρα καὶ ἔγεινε πρωΐ, ἡμέρα πέμπτη.
24 Καὶ εἶπεν ὁ Θεός· ἐξαγαγέτω ἡ γῆ ψυχὴν ζῶσαν κατὰ γένος, τετράποδα καὶ ἑρπετὰ καὶ θηρία τῆς γῆς κατὰ γένος. καὶ ἐγένετο οὕτως. 24 Καὶ εἶπεν ὁ Θεός, Ἄς γεννήσῃ ἡ γῆ ζῷα ἔμψυχα κατὰ τὸ εἶδος αὐτῶν, κτήνη καὶ ἑρπετὰ καὶ ζῷα τῆς γῆς κατὰ τὸ εἶδος αὐτῶν· καὶ ἔγεινεν οὕτω.
25 καὶ ἐποίησεν ὁ Θεὸς τὰ θηρία τῆς γῆς κατὰ γένος, καὶ τὰ κτήνη κατὰ γένος αὐτῶν καὶ πάντα τὰ ἑρπετὰ τῆς γῆς κατὰ γένος αὐτῶν. καὶ εἶδεν ὁ Θεός, ὅτι καλά. 25 Καὶ ἔκαμεν ὁ Θεὸς τὰ ζῷα τῆς γῆς κατὰ τὸ εἶδος αὐτῶν, καὶ τὰ κτήνη κατὰ τὸ εἶδος αὐτῶν, καὶ πᾶν ἑρπετὸν τῆς γῆς κατὰ τὸ εἶδος αὑτοῦ. Καὶ εἶδεν ὁ Θεὸς ὅτι ἦτο καλόν.
26 καὶ εἶπεν ὁ Θεός· ποιήσωμεν ἄνθρωπον κατ᾿ εἰκόνα ἡμετέραν καὶ καθ᾿ ὁμοίωσιν, καὶ ἀρχέτωσαν τῶν ἰχθύων τῆς θαλάσσης καὶ τῶν πετεινῶν τοῦ οὐρανοῦ καὶ τῶν κτηνῶν καὶ πάσης τῆς γῆς καὶ πάντων τῶν ἑρπετῶν τῶν ἑρπόντων ἐπὶ γῆς γῆς. 26 Καὶ εἶπεν ὁ Θεός, Ἄς κάμωμεν ἄνθρωπον κατ᾿ εἰκόνα ἡμῶν, καθ᾿ ὁμοίωσιν ἡμῶν· καὶ ἄς ἐξουσιάζῃ ἐπὶ τῶν ἰχθύων τῆς θαλάσσης καὶ ἐπὶ τῶν πετεινῶν τοῦ οὐρανοῦ καὶ ἐπὶ τῶν κτηνῶν καὶ ἐπὶ πάσης τῆς γῆς καὶ ἐπὶ παντὸς ἑρπετοῦ, ἕρποντος ἐπὶ τῆς γῆς.
27 καὶ ἐποίησεν ὁ Θεὸς τὸν ἄνθρωπον, κατ᾿ εἰκόνα Θεοῦ ἐποίησεν αὐτόν, ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτούς. 27 Καὶ ἐποίησεν ὁ Θεὸς τὸν ἄνθρωπον κατ᾿ εἰκόνα ἑαυτοῦ· κατ᾿ εἰκόνα Θεοῦ ἐποίησεν αὐτόν· ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτούς·
28 καὶ εὐλόγησεν αὐτοὺς ὁ Θεός, λέγων· αὐξάνεσθε καὶ πληθύνεσθε καὶ πληρώσατε τὴν γῆν καὶ κατακυριεύσατε αὐτῆς καὶ ἄρχετε τῶν ἰχθύων τῆς θαλάσσης καὶ τῶν πετεινῶν τοῦ οὐρανοῦ καὶ πάντων τῶν κτηνῶν καὶ πάσης τῆς γῆς καὶ πάντων τῶν ἑρπετῶν τῶν ἑρπόντων ἐπὶ τῆς γῆς. 28 καὶ εὐλόγησεν αὐτοὺς ὁ Θεός· καὶ εἶπε πρὸς αὐτοὺς ὁ Θεός, Αὐξάνεσθε καὶ πληθύνεσθε καὶ γεμίσατε τὴν γῆν καὶ κυριεύσατε αὐτήν, καὶ ἐξουσιάζετε ἐπὶ τῶν ἰχθύων τῆς θαλάσσης καὶ ἐπὶ τῶν πετεινῶν τοῦ οὐρανοῦ καὶ ἐπὶ παντὸς ζώου κινουμένου ἐπὶ τῆς γῆς.
29 καὶ εἶπεν ὁ Θεός· ἰδοὺ δέδωκα ὑμῖν πάντα χόρτον σπόριμον σπεῖρον σπέρμα, ὅ ἐστιν ἐπάνω πάσης τῆς γῆς, καὶ πᾶν ξύλον, ὃ ἔχει ἐν ἑαυτῷ καρπὸν σπέρματος σπορίμου, ὑμῖν ἔσται εἰς βρῶσιν· 29 Καὶ εἶπεν ὁ Θεός, Ἰδού, σᾶς ἔδωκα πάντα χόρτον κάμνοντα σπόρον, ὅστις εἶναι ἐπὶ τοῦ προσώπου πάσης τῆς γῆς, καὶ πᾶν δένδρον, τὸ ὁποῖον ἔχει ἐν ἑαυτῷ καρπὸν δένδρου κάμνοντος σπόρον· ταῦτα θέλουσιν εἶσθαι εἰς ἐσᾶς πρὸς τροφήν·
30 καὶ πᾶσι τοῖς θηρίοις τῆς γῆς καὶ πᾶσι τοῖς πετεινοῖς τοῦ οὐρανοῦ καὶ παντὶ ἑρπετῷ ἕρποντι ἐπὶ τῆς γῆς, ὃ ἔχει ἐν ἑαυτῷ ψυχὴν ζωῆς, καὶ πάντα χόρτον χλωρὸν εἰς βρῶσιν. καὶ ἐγένετο οὕτως. 30 καὶ εἰς πάντα τὰ ζῷα τῆς γῆς καὶ εἰς πάντα τὰ πετεινὰ τοῦ οὐρανοῦ καὶ εἰς πᾶν ἑρπετὸν ἕρπον ἐπὶ τῆς γῆς καὶ ἔχον ἐν ἑαυτῷ ψυχήν ζῶσαν, ἔδωκα πάντα χλωρὸν χόρτον εἰς τροφήν. Καὶ ἔγεινεν οὕτω.
31 καὶ εἶδεν ὁ Θεὸς τὰ πάντα, ὅσα ἐποίησε, καὶ ἰδοὺ καλὰ λίαν. καὶ ἐγένετο ἑσπέρα καὶ ἐγένετο πρωΐ, ἡμέρα ἕκτη. 31 Καὶ εἶδεν ὁ Θεὸς πάντα ὅσα ἐποίησε· καὶ ἰδού, ἦσαν καλὰ λίαν. Καὶ ἔγεινεν ἑσπέρα καὶ ἔγεινε πρωΐ, ἡμέρα ἕκτη.
Scroll Up